bardet_vdb jpg
(99.78 KB, 1024x683)
> ‘Γλαῦκε τί ἢ δὴ νῶϊ τετιμήμεσθα μάλιστα
> ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσιν
> ἐν Λυκίῃ, πάντες δὲ θεοὺς ὣς εἰσορόωσι,
> καὶ τέμενος νεμόμεσθα μέγα Ξάνθοιο παρ᾽ ὄχθας
> καλὸν φυταλιῆς καὶ ἀρούρης πυροφόροιο;
> τὼ νῦν χρὴ Λυκίοισι μέτα πρώτοισιν ἐόντας
> ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι,
> ὄφρά τις ὧδ᾽ εἴπῃ Λυκίων πύκα θωρηκτάων:
> οὐ μὰν ἀκλεέες Λυκίην κάτα κοιρανέουσιν
> ἡμέτεροι βασιλῆες, ἔδουσί τε πίονα μῆλα
> οἶνόν τ᾽ ἔξαιτον μελιηδέα: ἀλλ᾽ ἄρα καὶ ἲς
> ἐσθλή, ἐπεὶ Λυκίοισι μέτα πρώτοισι μάχονται.
> ὦ πέπον εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντε
> αἰεὶ δὴ μέλλοιμεν ἀγήρω τ᾽ ἀθανάτω τε
> ἔσσεσθ᾽, οὔτέ κεν αὐτὸς ἐνὶ πρώτοισι μαχοίμην
> οὔτέ κε σὲ στέλλοιμι μάχην ἐς κυδιάνειραν:
> νῦν δ᾽ ἔμπης γὰρ κῆρες ἐφεστᾶσιν θανάτοιο
> μυρίαι, ἃς οὐκ ἔστι φυγεῖν βροτὸν οὐδ᾽ ὑπαλύξαι,
> ἴομεν ἠέ τῳ εὖχος ὀρέξομεν ἠέ τις ἡμῖν.
> ’